Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.99 Dem. 21.102 (English) >>Dem. 21.105

21.101ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρʼ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθʼ ὅσα πράττουσιν· οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμʼ, ἐλεήμων, εὖ ποιῶν πολλούς· ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτʼ εἰσφέρειν, ἐάν του καιρὸς χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδένʼ οὔτʼ ἐλεῶν οὔθʼ ὅλως ἄνθρωπον ἡγούμενος· τούτῳ τὰς ὁμοίας φορὰς παρʼ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.

21.102ἡγοῦμαι μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ εἰ μηδὲν ἔτʼ ἄλλʼ εἶχον κατηγορεῖν Μειδίου, μηδὲ δεινότερʼ ἦν μέλλω λέγειν ὧν εἴρηκα, δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων. οὐ μὴν ἐνταῦθʼ ἕστηκε τὸ πρᾶγμα, οὐδʼ ἀπορήσειν μοι δοκῶ τῶν μετὰ ταῦτα· τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε κατηγοριῶν. 21.103ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντʼ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτʼ ἀνεκρίνατο ταύτην συκοφάντης ἐκεῖνος, οὔθʼ οὗτος οὐδενὸς εἵνεκʼ αὐτὸν ἐμισθώσατο πλὴν ἵνʼ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷενΕὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου·” καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθʼ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλʼ ἐῶ τοῦτο· ἐφʼ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών, οὐδεμιᾶς ἔγωγʼ ἔτι προσδέομαι δίκης, ἀλλʼ ἱκανὴν ἔχω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.99 Dem. 21.102 (English) >>Dem. 21.105

Powered by PhiloLogic